Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.86 Joseph. AJ 10.92 (English) >>Joseph. AJ 10.97

10.90ἀλλὰ ταῦτʼ οὐδὲν χρήσιμον οὐκ ὄντων τῶν σωθησομένων ἐλέγετο· καὶ γὰρ τὸ πλῆθος καὶ οἱ ἄρχοντες ἀκούοντες παρημέλουν, καὶ πρὸς ὀργὴν λαμβάνοντες τὰ λεγόμενα ὡς οἰωνιζομένου κατὰ τοῦ βασιλέως τοῦ προφήτου τὸν Ἱερεμίαν ᾐτιῶντο, καὶ ὑπάγοντες δίκῃ καταψηφισθῆναι πρὸς τιμωρίαν ἠξίουν. 10.91καὶ οἱ μὲν ἄλλοι πάντες ἤνεγκαν τὰς ψήφους κατʼ αὐτοῦ οἳ καὶ ἀπέγνωσαν τῶν πρεσβυτέρων, οἱ δὲ σοφῆς ὄντες διανοίας ἀπέλυσαν τὸν προφήτην ἀπὸ τῆς αὐλῆς καὶ τοῖς ἄλλοις συνεβούλευσαν μηδὲν διαθεῖναι κακὸν τὸν Ἱερεμίαν. 10.92ἔλεγον γὰρ οὐ μόνον τοῦτον προλέγειν τῇ πόλει τὰ μέλλοντα, ἀλλὰ καὶ Μιχαίαν πρὸ αὐτοῦ ταῦτα κατηγγελκέναι καὶ πολλοὺς ἄλλους, ὧν οὐδεὶς ὑπὸ τῶν τότε βασιλέων οὐδὲν ἔπαθεν, ἀλλʼ ὡς προφήτης τοῦ θεοῦ τιμῆς ἔτυχε. 10.93τούτοις καταπραΰναντες τὸ πλῆθος τοῖς λόγοις ἐρρύσαντο τῆς κατεψηφισμένης αὐτοῦ κολάσεως τὸν Ἱερεμίαν, ὃς ἁπάσας αὑτοῦ τὰς προφητείας συγγραψάμενος νηστεύοντος τοῦ δήμου καὶ ἐκκλησιάζοντος ἐν τῷ ἱερῷ μηνὶ ἐνάτῳ τοῦ πέμπτου ἔτους τῆς Ἰωακείμου βασιλείας ἀνέγνω τὴν βίβλον, ἣν περὶ τῶν μελλόντων συμβήσεσθαι τῇ πόλει καὶ τῷ ναῷ καὶ τοῖς ὄχλοις ἦν συντεταχώς. 10.94ἀκούσαντες δʼ οἱ ἡγεμόνες λαμβάνουσι παρʼ αὐτοῦ τὸ βιβλίον καὶ κελεύουσιν αὐτόν τε καὶ τὸν γραμματέα Βαροῦχον ἐκποδὼν αὑτοὺς ποιῆσαι, μή τισι δῆλοι γένωνται, τὸ δὲ βιβλίον αὐτοὶ φέροντες τῷ βασιλεῖ διδόασιν. δὲ παρόντων αὐτῷ τῶν φίλων ἐκέλευσε τὸν αὑτοῦ γραμματέα λαβόντα ἀναγνῶναι.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.86 Joseph. AJ 10.92 (English) >>Joseph. AJ 10.97

Powered by PhiloLogic